Ancient Greek
Section 14
Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 14
Not analysed yet
Καὶ ταῦτα πάντα εἶπον οὐχ ὡς ἐκ προνοίας ἀφελὼν μὲν τὸ χαίρειν, ἐπιτηδεύσας δὲ ἀντ' αὐτοῦ εἰπεῖν τὸ ὑγιαίνειν, ἀλλ’ ὡς τοῦτο μὲν ἄκων παθών—ἢ γελοῖος γ' ἂν ἦν ξενίζων καὶ τοὺς καιροὺς τῶν προσαγορεύσεων ἐναλλάττων.