Ancient Greek
Section 15
Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 15
Not analysed yet
χάριν δὲ ὁμολογῶ τοῖς θεοῖς, ὅτι μοι τὸ σφάλμα εἰς ἄλλο μακρῷ αἰσιώτερον περιετράπη καὶ εἰς τὸ ἄμεινον παρώλισθον, καὶ τάχα τῆς Ὑγιείας ἢ Ἀσκληπιοῦ αὐτοῦ ἐπιπνοίᾳ τοῦτ' ἐπράχθη δι’ ἐμοῦ σοι τὸ ὑγιαίνειν ὑπισχνουμένου· ἐπεὶ ἔγωγε πῶς ἂν αὐτὸ ἔπαθον ἄνευ θεοῦ μηδέπω πρότερον ἐν τῷ μακρῷ βίῳ ταραχθεὶς ὅμοιον;