Ancient Greek
Section 4
Lucian, Ψευδολογιστής 4
Not analysed yet
μᾶλλον δὲ παρακλητέος ἡμῖν τῶν Μενάνδρου προλόγων εἷς, ὁ Ἔλεγχος, φίλος Ἀληθείᾳ καὶ Παρρησίᾳ θεός, οὐχ ὁ ἀσημότατος τῶν ἐπὶ τὴν σκηνὴν ἀναβαινόντων, μόνοις ὑμῖν ἐχθρὸς τοῖς δεδιόσι τὴν γλῶτταν αὐτοῦ, πάντα καὶ εἰδότος καὶ σαφῶς διεξιόντος ὁπόσα ὑμῖν σύνοιδεν. χάριεν γοῦν τοῦτο γένοιτʼ ἄν, εἰ ἐθελήσειεν ἡμῖν προεισελθὼν οὗτος διηγήσασθαι τοῖς θεαταῖς σύμπαντα τοῦ δράματος τὸν λόγον. ἄγε τοίνυν, ὦ προλόγων καὶ δαιμόνων ἄριστε Ἔλεγχε, ὅρα ὅπως σαφῶς προδιδάξῃς τοὺς ἀκούοντας ὡς οὐ μάτην οὐδὲ φιλαπεχθημόνως οὐδʼ ἀνίπτοις ποσὶ κατὰ τὴν παροιμίαν ἐπὶ τόνδε τὸν λόγον ἀπηντήκαμεν, ἀλλὰ καὶ ἴδιόν τι ἀμυνόμενοι καὶ τὰ κοινά, μισοῦντες τὸν ἄνθρωπον ἐπὶ τῇ βδελυρίᾳ. ταῦτα μόνα εἰπὼν καὶ σαφῶς προδιηγησάμενος ἵλεως ἄπιθι ἐκποδών, τὰ δὲ ἄλλα ἡμῖν κατάλιπε· μιμησόμεθα γάρ σε καὶ διελέγξομεν τὰ πολλά, ὡς παρρησίας γε καὶ ἀληθείας ἕνεκα μηδὲν ἂν αἰτιάσασθαί σε. μήτε δὲ ἐμὲ πρὸς αὐτοὺς ἐπαινέσῃς, ὦ φίλτατε Ἔλεγχε, μήτε τὰ ἐκείνῳ προσόντα προεκχέῃς αὔτως· οὐ γὰρ ἄξιον θεῷ ὄντι ἐπὶ στόμα σοι ἐλθεῖν τοὺς περὶ τῶν οὕτω καταπτύστων λόγους.