Ancient Greek
Section 5
Lucian, Ψευδολογιστής 5
Not analysed yet
ὁ γὰρ σοφιστὴς οὗτος εἶναι λέγων (ὁ πρόλογος ἤδη φησὶν ταῦτα) ἐς Ὀλυμπίαν ποτὲ ἧκε λόγον τινὰ πρὸ πολλοῦ συγγεγραμμένον ἐπιδειξόμενος τοῖς πανηγυρισταῖς. ἦν δὲ ὑπόθεσις τῷ συγγράμματι ὁ Πυθαγόρας κωλυόμενος ὑπό τινος Ἀθηναίων, οἶμαι, μετέχειν τῆς Ἐλευσῖνι τελετῆς ὡς βάρβαρος, ὅτι ἔλεγεν αὐτὸς ὁ Πυθαγόρας πρὸ τούτου ποτὲ καὶ Εὔφορβος γεγονέναι. ἐτύγχανεν δὲ ὁ λόγος αὐτῷ κατὰ τὸν Αἰσώπου κολοιὸν συμφορητὸς ὢν ἐκ ποικίλων ἀλλοτρίων πτερῶν. βουλόμενος δὴ μὴ ἕωλα δόξαι λέγειν ἀλλʼ αὐτοσχεδιάζειν τὰ ἐκ τοῦ βιβλίου, δεῖται τῶν συνήθων τινός (ἦν δὲ ἐκ Πατρῶν ἐκεῖνος, ἀμφὶ δίκας ἔχων τὰ πολλὰ) ἐπειδὰν αἰτήσῃ τινὰς ὑποθέσεις τοῖς λόγοις, τὸν Πυθαγόραν αὐτῷ προελέσθαι. καὶ οὕτως ἁνὴρ ἐποίησε, καὶ συνέπεισε τὸ θέατρον ἀκούειν τὸν ὑπὲρ τοῦ Πυθαγόρου ἐκεῖνον λόγον.