Ancient Greek
Section 60
Lucian, Πῶς δεῖ Ἱστορίαν συγγράφειν 60
Not analysed yet
καὶ μὴν καὶ μῦθος εἴ τις παρεμπέσοι, λεκτέος μέν, οὐ μὴν πιστωτέος πάντως, ἀλλʼ ἐν μέσῳ θετέος τοῖς ὅπως ἂν ἐθέλωσιν εἰκάσουσι περὶ αὐτοῦ· σὺ δʼ ἀκίνδυνος καὶ πρὸς οὐδέτερον ἐπιρρεπέστερος.