Ancient Greek
Section 61
Lucian, Πῶς δεῖ Ἱστορίαν συγγράφειν 61
Not analysed yet
τὸ δʼ ὅλον ἐκείνου μοι μέμνησο —πολλάκις γὰρ τοῦτο ἐρῶ —καὶ μὴ πρὸς τὸ παρὸν μόνον ὁρῶν γράφε, ὡς οἱ νῦν ἐπαινέσονταί σε καὶ τιμήσουσιν, ἀλλὰ τοῦ σύμπαντος αἰῶνος ἐστοχασμένος πρὸς τοὺς ἔπειτα μᾶλλον σύγγραφε καὶ παρʼ ἐκείνων ἀπαίτει τὸν μισθὸν τῆς γραφῆς, ὡς λέγηται καὶ περὶ σοῦ· ἐκεῖνος μέντοι ἐλεύθερος ἀνὴρ ἦν καὶ παρρησίας μεστός, οὐδὲν οὔτε κολακευτικὸν οὔτε δουλοπρεπές, ἀλλʼ ἀλήθεια ἐπὶ πᾶσι. τοῦτʼ, εἰ σωφρονοίη τις, ὑπὲρ πάσας τὰς νῦν ἐλπίδας θεῖτο ἄν, οὕτως ὀλιγοχρονίους οὔσας.