Ancient Greek · ~4 min
Section 1
Lucian, Ψευδοσοφιστής ἢ Σολοικιστής 1
Not analysed yet
Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός; Ἐμοὶ μὲν δοκεῖ. Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα; Ἀληθῆ λὲγεις. Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ; Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν. Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον; Παντάπασί γε. Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ. Οὐκοῦν εἰπέ. Ἀλλ’ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως. Παίζεις ἔχων; Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μέν οἶσθ̓, ἃ δ’ οὐκ οἶσθα. Εἰπὲ μόνον. Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ’ οὐκ ἔγνως. Πῶς γάρ, σοῦ μηδὲν λέγοντος; Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ’ οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.