Ancient Greek
Section 2
Lucian, Ψευδοσοφιστής ἢ Σολοικιστής 2
Not analysed yet
Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν. Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας; Τίνας τρεῖς; Ὅλους ἀρτιγενείους. Ἐγὼ μέν σε παίζειν δοκῶ. Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις. Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου; Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ᾽ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως. Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι. Ἀλλ’ οὐδὲ νῦν ἔγνως. Πότε νῦν; Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι. Οὐκ οἶδα ὅ τι λέγεις. Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. καὶ προϊθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.