Ancient Greek
Section 11
Lucian, Συμπόσιον ἢ Λαπίθαι 11
Not analysed yet
εἱστιώμεθα οὖν ἐν ἡσυχίᾳ τὸ πρῶτον, καὶ παρεσκεύαστο ποικίλα. πλὴν οὐδὲν οἶμαι χρὴ καὶ ταῦτα καταριθμεῖσθαι, χυμοὺς καὶ πέμματα καὶ καρυκείας· ἅπαντα γὰρ ἄφθονα. ἐν τούτῳ δὲ ὁ Κλεόδημος ἐπικύψας ἐς τὸν Ἴωνα, ὁρᾷς, ἔφη, τὸν γέροντα —Ζηνόθεμιν λέγων, ἐπήκουον γάρ —ὅπως ἐμφορεῖται τῶν ὄψων καὶ ἀναπέπλησται ζωμοῦ τὸ ἱμάτιον καὶ ὅσα τῷ παιδὶ κατόπιν ἑστῶτι ὀρέγει λανθάνειν οἰόμενος τοὺς ἄλλους, οὐ μεμνημένος τῶν μεθʼ αὑτόν; δεῖξον οὖν καὶ Λυκίνῳ ταῦτα, ὡς μάρτυς εἴη. ἐγὼ δὲ οὐδὲν ἐδεόμην δείξοντός μοι τοῦ Ἴωνος πολὺ πρότερον αὐτὰ ἐκ περιωπῆς ἑωρακώς.