Ancient Greek · ~2 min
Section 12
Lucian, Συμπόσιον ἢ Λαπίθαι 12
Not analysed yet
ἅμα δὲ ταῦτα ὁ Κλεόδημος εἰρήκει καὶ ἐπεισέπαισεν ὁ Κυνικὸς Ἀλκιδάμας ἄκλητος, ἐκεῖνο τὸ κοινὸν ἐπιχαριεντισάμενος, τὸν Μενέλαον αὐτόματον ἥκοντα. τοῖς μὲν οὖν πολλοῖς ἀναίσχυντα ἐδόκει πεποιηκέναι καὶ ὑπέκρουον τὰ προχειρότατα, ὁ μὲν τὸ ἀφραίνεις Μενέλαε, ὁ δʼ ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, καὶ ἄλλοι ἄλλα πρὸς τὸν καιρὸν εὔστοχα καὶ χαρίεντα ὑποτονθορύζοντες· ἐς μέντοι τὸ φανερὸν οὐδεὶς ἐτόλμα λέγειν· ἐδεδοίκεσαν γὰρ τὸν Ἀλκιδάμαντα, βοὴν ἀγαθὸν ἀτεχνῶς ὄντα καὶ κρακτικώτατον κυνῶν ἁπάντων, παρʼ ὃ καὶ ἀμείνων ἐδόκει καὶ φοβερώτατος ἦν ἅπασιν. ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,