Ancient Greek
Section 43
Lucian, Τόξαρις ἢ Φιλία 43
Not analysed yet
ἄκουε δʼ οὖν καὶ ἄλλον ἰσότιμον, Βελίτταν, Ἀμιζώκου τούτου ἀνεψιόν, ὃς ἐπεὶ κατασπασθέντα ἐκ τοῦ ἵππου ὑπὸ λέοντος εἶδε Βάσθην τὸν φίλον (ἅμα δὲ ἔτυχον θηρῶντες) καὶ ἤδη ὁ λέων περιπλακεὶς αὐτῷ ἐνεπεφύκει τῷ λαιμῷ καὶ τοῖς ὄνυξιν ἐσπάρασσε, καταπηδήσας καὶ αὐτὸς ἐπιπίπτει κατόπιν τῷ θηρίῳ καὶ περιέσπα, πρὸς ἑαυτὸν παροξύνων καὶ μετάγων καὶ διὰ τῶν ὀδόντων μεταξὺ διείρων τοὺς δακτύλους καὶ τὸν Βάσθην, ὡς οἷόν τε ἦν, ὑπεξελεῖν πειρώμενος τοῦ δήγματος, ἄχρι δὴ ὁ λέων ἀφεὶς ἐκεῖνον ἡμιθνῆτα ἤδη ἐπὶ τὸν Βελίτταν ἀπεστράφη καὶ συμπλακεὶς ἀπέκτεινε κἀκεῖνον· ὁ δὲ ἀποθνήσκων τὸ γοῦν τοσοῦτον ἔφθη πατάξας τῷ ἀκινάκῃ τὸν λέοντα εἰς τὸ στέρνον ὥστε ἅμα πάντες ἀπέθανον, καὶ ἡμεῖς ἐθάψαμεν αὐτοὺς δύο τάφους ἀναχώσαντες πλησίον, ἕνα μὲν τῶν φίλων, ἕνα δὲ καταντικρὺ τοῦ λέοντος.