Ancient Greek · ~4 min
Section 44
Lucian, Τόξαρις ἢ Φιλία 44
Not analysed yet
τρίτην δέ σοι διηγήσομαι, ὦ Μνήσιππε, τὴν Μακέντου φιλίαν καὶ Λογχάτου καὶ Ἀρσακόμα. ὁ γὰρ Ἀρσακόμας οὗτος ἠράσθη Μαζαίας τῆς Λευκάνορος, τοῦ βασιλεύσαντος ἐν Βοσπόρῳ, ὁπότε ἐπρέσβευεν ὑπὲρ τοῦ δασμοῦ ὃν οἱ Βοσπορανοὶ ἀεὶ φέροντες ἡμῖν τότε ἤδη τρίτον μῆνα ὑπερήμεροι ἐγεγένηντο. ἐν τῷ δείπνῳ οὖν ἰδὼν τὴν Μαζαίαν μεγάλην καὶ καλὴν παρθένον ἤρα καὶ πονηρῶς εἶχε. τὰ μὲν οὖν περὶ τῶν φόρων διεπέπρακτο ἤδη, καὶ ἐχρημάτιζεν αὐτῷ ὁ βασιλεὺς καὶ εἱστία, ἤδη αὐτὸν ἀποπέμπων. ἔθος δέ ἐστιν ἐν Βοσπόρῳ τοὺς μνηστῆρας ἐπὶ τῷ δείπνῳ αἰτεῖν τὰς κόρας καὶ λέγειν οἵτινες ὄντες ἀξιοῦσι καταδεχθῆναι ἐπὶ τὸν γάμον, καὶ δὴ καὶ τότε ἔτυχον ἐν τῷ δείπνῳ πολλοὶ μνηστῆρες παρόντες, βασιλεῖς καὶ βασιλέων παῖδες· καὶ Τιγραπάτης ἦν ὁ Λαζῶν δυνάστης καὶ Ἀδύρμαχος ὁ Μαχλυηνῆς ἄρχων καὶ ἄλλοι πολλοί. δεῖ δὲ τῶν μνηστήρων ἕκαστον, προσαγγείλαντα ἑαυτὸν διότι μνηστευσόμενος ἥκει, δειπνεῖν ἐν τοῖς ἄλλοις κατακείμενον ἐφʼ ἡσυχίας· ἐπὰν δὲ παύσωνται δειπνοῦντες, αἰτήσαντα φιάλην ἐπισπεῖσαι κατὰ τῆς τραπέζης καὶ μνηστεύεσθαι τὴν παῖδα πολλὰ ἐπαινοῦντα ἑαυτόν, ὥς τις ἢ γένους ἢ πλούτου ἢ δυνάμεως ἔχει.