Ancient Greek · ~3 min
Section 12
Lucian, Τυραννοκτόνος 12
Not analysed yet
ἐγὼ δὲ καὶ τοῦτο μέμνημαι διηγορευμένον ἐν τοῖς νόμοις (ἐκτὸς εἰ μὴ διὰ τὴν πολλὴν δουλείαν ἐπιλέλησμαι τῶν ἐν αὐτοῖς εἰρημένων) αἰτίας θανάτου εἶναι διττάς, καὶ εἴ τις μὴ αὐτὸς μὲν ἀπέκτεινε μηδὲ τῇ χειρὶ ἔδρασεν τὸ ἔργον, ἠνάγκασεν δὲ καὶ παρέσχεν ἀφορμὴν τοῦ φόνου, τὰ ἴσα καὶ τοῦτον ἀξιοῖ ὁ νόμος αὐτὸν ἀντικολάζεσθαι —μάλα δικαίως· οὐ γὰρ ἠβούλετο τοῦ πεπραγμένου ἥσσων γίνεσθαι τῷ τῆς ἀδείας· καὶ περιττὴ λοιπὸν ἡ ἐξέτασις τοῦ τρόπου τῆς σφαγῆς. εἶτα τὸν μὲν οὕτως ἀποκτείναντα κολάζειν ὡς ἀνδροφόνον δικαιοῖς καὶ οὐδαμῶς ἀφεῖσθαι θέλεις, τὸν δὲ κατὰ τὸν αὐτὸν τούτῳ τρόπον εὖ πεποιηκότα τὴν πόλιν οὐ τῶν ὁμοίων ἀξιώσεις τοῖς εὐεργέταις;