Ancient Greek · ~4 min
Section 13
Lucian, Τυραννοκτόνος 13
Not analysed yet
οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις λέγειν, ὡς ἐγὼ μὲν ἁπλῶς αὐτὸ ἔπραξα, ἠκολούθησε δέ τι τέλος ἄλλως χρηστόν, ἐμοῦ μὴ θελήσαντος. τί γὰρ ἔτι ἐδεδίειν τοῦ ἰσχυροτέρου πεφονευμένου; τί δὲ κατέλιπον τὸ ξίφος ἐν τῇ σφαγῇ, εἰ μὴ πάντως τὸ ἐσόμενον αὐτὸ προεμαντευόμην; ἐκτὸς εἰ μὴ τοῦτο φής, ὡς οὐ τύραννος ὁ τεθνεὼς ἦν οὐδὲ ταύτην εἶχε τὴν προσηγορίαν, οὐδὲ δωρεὰς ἐπʼ αὐτῷ πολλάς, εἰ ἀποθάνοι, ἡδέως ἂν ὑμεῖς ἐδώκατε. ἀλλʼ οὐκ ἂν εἴποις. Εἶτα τοῦ τυράννου πεφονευμένου τῷ τὴν αἰτίαν παρασχόντι τῆς σφαγῆς οὐκ ἀποδώσεις τὴν δωρεάν; ὢ τῆς πολυπραγμοσύνης. μέλει δέ σοι, πῶς ἀπέθανεν, ἀπολαύοντι τῆς ἐλευθερίας, ἢ τὸν τὴν δημοκρατίαν ἀποδεδωκότα περιττότερόν τι προσαπαιτεῖς; καίτοι ὅ γε νόμος, ὡς φής, τὸ κεφάλαιον ἐξετάζει τῶν πεπραγμένων, τὰ διὰ μέσου δὲ πάντα ἐᾷ καὶ οὐκέτι πολυπραγμονεῖ. τί γάρ; οὐχὶ καὶ ἐξελάσας τις τύραννον ἤδη τιμὴν ἔλαβεν τυραννοκτόνου; καὶ μάλα δικαίως· ἐλευθερίαν γὰρ κἀκεῖνος ἀντὶ δουλείας παρέσχηται. τὸ δʼ ὑπʼ ἐμοῦ γεγενημένον οὐ φυγὴ οὐδὲ δευτέρας ἐπαναστάσεως ἐλπίς, ἀλλὰ παντελὴς καθαίρεσις καὶ πανωλεθρία παντὸς τοῦ γένους καὶ ῥιζόθεν τὸ δεινὸν ἅπαν ἐκκεκομμένον.