Ancient Greek · ~3 min
Section 14
Lucian, Τυραννοκτόνος 14
Not analysed yet
καί μοι πρὸς θεῶν ἤδη ἀπʼ ἀρχῆς ἐς τέλος, εἰ δοκεῖ, πάντα ἐξετάσατε, εἴ τι τῶν πρὸς τὸν νόμον παραλέλειπται καὶ εἰ ἐνδεῖ τι τῶν προσεῖναι ὀφειλόντων τυραννοκτόνῳ. πρῶτα μὲν δὴ γνώμην προϋπάρχειν χρὴ γενναίαν καὶ φιλόπολιν καὶ πρὸ τῶν κοινῶν κινδυνεύειν ἐθέλουσαν καὶ τῷ οἰκείῳ θανάτῳ τὴν τῶν πολλῶν σωτηρίαν ὠνησομένην. ἆρʼ οὖν πρὸς τοῦτο ἐνεδέησα, ἐμαλακίσθην, ἢ προελόμενός τινα τῶν διὰ μέσου κινδύνων ἀπώκνησα; οὐκ ἂν εἴποις. μένε τοίνυν ἐπὶ τούτου ἔτι μόνου καὶ νόμιζε τοῦ θελῆσαι μόνον καὶ τοῦ βουλεύσασθαι ταῦτα, εἰ καὶ μὴ χρηστὸν ἀποβεβήκει, ἔκ γε τῆς γνώμης αὐτῆς καταστάντα με γέρας ἀξιοῦν ὡς εὐεργέτην λαμβάνειν. ἐμοῦ μὲν οὐ δυνηθέντος, ἄλλου δὲ μετʼ ἐμὲ τετυραννοκτονηκότος, ἄλογον, εἰπέ μοι, ἢ ἀγνῶμον ἦν παρασχεῖν; καὶ μάλιστα εἰ ἔλεγον, ἄνδρες, ἐβουλόμην, ἠθέλησα, ἐπεχείρησα, ἐπειράθην· τῆς γνώμης μόνης ἄξιός εἰμι τιμᾶσθαι, τί ἂν ἀπεκρίνω τότε;