Ancient Greek · ~2 min
Section 30
Lucian, Δὶς κατηγορούμενος 30
Not analysed yet
ἐπεὶ καὶ τοῦτο, ὦ ἄνδρες δικασταί, ἡ ἀντίδικος ἠγανάκτησεν, εἰ μακρῷ χρήσομαι τῷ λόγῳ, καὶ ταῦτα τὸ δύνασθαι λέγειν παρʼ ἐκείνης λαβών, πολλὰ μὲν οὐκ ἐρῶ πρὸς ὑμᾶς, τὰ κεφάλαια δὲ αὐτὰ ἀπολυσάμενος τῶν κατηγορηθέντων ὑμῖν ἀπολείψω σκοπεῖν περὶ ἁπάντων. πάντα γὰρ ὁπόσα διηγήσατο περὶ ἐμοῦ ἀληθῆ ὄντα διηγήσατο· καὶ γὰρ ἐπαίδευσεν καὶ συναπεδήμησεν καὶ εἰς τοὺς Ἕλληνας ἐνέγραψεν, καὶ κατά γε τοῦτο χάριν ἂν εἰδείην τῷ γάμῳ. διʼ ἃς δὲ αἰτίας ἀπολιπὼν αὐτὴν ἐπὶ τουτονὶ τὸν Διάλογον ἐτραπόμην, ἀκούσατε, ὦ ἄνδρες δικασταί, καί με μηδὲν τοῦ χρησίμου ἕνεκα ψεύδεσθαι ὑπολάβητε.