Ancient Greek · ~3 min
Section 31
Lucian, Δὶς κατηγορούμενος 31
Not analysed yet
ἐγὼ γὰρ ὁρῶν ταύτην οὐκέτι σωφρονοῦσαν οὐδὲ μένουσαν ἐπὶ τοῦ κοσμίου σχήματος οἷόν ποτε ἐσχηματισμένην αὐτὴν ὁ Παιανιεὺς ἐκεῖνος ἠγάγετο, κοσμουμένην δὲ καὶ τὰς τρίχας εὐθετίζουσαν εἰς τὸ ἑταιρικὸν καὶ φυκίον ἐντριβομένην καὶ τὠφθαλμὼ ὑπογραφομένην, ὑπώπτευον εὐθὺς καὶ παρεφύλαττον ὅποι τὸν ὀφθαλμὸν φέρει. καὶ τὰ μὲν ἄλλα ἐῶ· καθʼ ἑκάστην δὲ τὴν νύκτα ὁ μὲν στενωπὸς ἡμῶν ἐνεπίμπλατο μεθυόντων ἐραστῶν κωμαζόντων ἐπʼ αὐτὴν καὶ κοπτόντων τὴν θύραν, ἐνίων δὲ καὶ εἰσβιάζεσθαι σὺν οὐδενὶ κόσμῳ τολμώντων. αὐτὴ δὲ ἐγέλα καὶ ἥδετο τοῖς δρωμένοις καὶ τὰ πολλὰ ἢ παρέκυπτεν ἀπὸ τοῦ τέγους ᾀδόντων ἀκούουσα τραχείᾳ τῇ φωνῇ ᾠδάς τινας ἐρωτικὰς ἢ καὶ παρανοίγουσα τὰς θυρίδας ἐμὲ οἰομένη λανθάνειν ἠσέλγαινε καὶ ἐμοιχεύετο πρὸς αὐτῶν. ὅπερ ἐγὼ μὴ φέρων γράψασθαι μὲν αὐτὴν μοιχείας οὐκ ἐδοκίμαζον, ἐν γειτόνων δὲ οἰκοῦντι τῷ Διαλόγῳ προσελθὼν ἠξίουν καταδεχθῆναι ὑπʼ αὐτοῦ.