Ancient Greek
Section 19
Lucian, Βίων Πρᾶσις 19
Not analysed yet
τί σοι τοὔνομα; Δίων Συρακούσιος. ἄγε λαβὼν ἀγαθῇ τύχῃ. τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ. τίς ὠνήσεται τοῦτον; ἔστι μὲν τοῦ γελῶντος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν. ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρʼ ὅσον δυσσεβέστερος τυγχάνει· τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος. τίς ἡ τιμή; δύο μναῖ. λάμβανε· τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων; τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μάλιστά γε τὰς ἰσχάδας. χαλεπὸν οὐδέν· ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν.