Ancient Greek
Section 20
Lucian, Βίων Πρᾶσις 20
Not analysed yet
ἄλλον κάλει, τὸν ἐν χρῷ κουρίαν ἐκεῖνον, τὸν σκυθρωπόν, τὸν ἀπὸ τῆς στοᾶς. εὖ λέγεις· ἐοίκασι γὰρ πολύ τι πλῆθος αὐτὸν περιμένειν τῶν ἐπὶ τὴν ἀγορὰν ἀπηντηκότων. αὐτὴν τὴν ἀρετὴν πωλῶ, τῶν βίων τὸν τελειότατον. τίς ἅπαντα μόνος εἰδέναι θέλει; πῶς τοῦτο φής; ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης καὶ τὰ ἄλλα ὁπόσα ἐστίν. οὐκοῦν καὶ μάγειρος μόνος, καὶ νὴ Δία γε σκυτοδέψης ἢ τέκτων καὶ τὰ τοιαῦτα; ἔοικεν.