Ancient Greek
Section 2
Lucian, Βίων Πρᾶσις 2
Not analysed yet
τίνα πρῶτον ἐθέλεις παραγάγωμεν; τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται. οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις. κήρυττε δή. τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν; τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν; ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις. ἔξεστιν αὐτὸν ἀνακρίνειν; ἀνάκρινε ἀγαθῇ τύχῃ.