Ancient Greek · ~3 min
Section 3
Lucian, Βίων Πρᾶσις 3
Not analysed yet
ποδαπὸς εἶ σύ; Σάμιος. ποῦ δὲ ἐπαιδεύθης; ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι. φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει; διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ. πῶς ἀναμνήσεις; καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπʼ αὐτῇ ῥύπον ἐκκλύσας. καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως; τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν. ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν; Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι. χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.