Ancient Greek · ~2 min
Section 24
Lucian, Βίων Πρᾶσις 24
Not analysed yet
οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται; μανθάνεις· οὐ γὰρ ἐμαυτοῦ ἕνεκα λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν· ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην. καὶ μὴν τοὐναντίον ἐχρῆν τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην. σκώπτεις, ὦ οὗτος. ἀλλʼ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ. καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους; ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν.