Ancient Greek · ~3 min
Section 25
Lucian, Βίων Πρᾶσις 25
Not analysed yet
ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον. πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς. ὧδέ πως· ὁ λίθος σῶμά ἐστι; ναί. τί δέ; τὸ ζῷον οὐ σῶμα; ναί. σὺ δὲ ζῷον; ἔοικα γοῦν. λίθος ἄρα εἶ σῶμα ὤν. μηδαμῶς. ἀλλʼ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον. οὐ χαλεπόν· ἀλλʼ ἔμπαλιν ἴσθι ἄνθρωπος. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον; οὔ. τί δέ; λίθος ζῷον; οὔ. σὺ δὲ σῶμα εἶ; ναί. σῶμα δὲ ὢν ζῷον εἶ; ναί. οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν. εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ; μνᾶς δώδεκα. λάμβανε. μόνος δὲ αὐτὸν ἐώνησαι; μὰ Δίʼ, ἀλλʼ οὗτοι πάντες οὓς ὁρᾷς. πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.