Ancient Greek · ~3 min
Section 6
Lucian, Ἀποκηρυττόμενος 6
Not analysed yet
ἡ μητρυιὰ δὲ μετὰ μικρὸν εὐθὺς νοσεῖν ἤρξατο νόσον, ὦ ἄνδρες δικασταί, χαλεπὴν καὶ παράλογον· ἀρχόμενον γὰρ εὐθὺς τὸ δεινὸν παρεφύλαξα. οὐ γὰρ ἁπλοῦν οὐδὲ ἐπιπόλαιον τῆς μανίας τὸ εἶδος, ἀλλά τι παλαιὸν ὑποικουροῦν ἐν τῇ ψυχῇ κακὸν ἀπέρρηξε καὶ ἐς τοὐμφανὲς ἐξενίκησε. πολλὰ μὲν οὖν καὶ ἄλλα ἡμῖν ἐστι σημεῖα τῶν ἀνιάτως μεμηνότων, ἓν δὲ ἐκεῖνο καινὸν ἐπὶ τῆς γυναικὸς ταύτης παρεφύλαξα· πρὸς μὲν γὰρ τοὺς ἄλλους ἡμερωτέρα καὶ πραεῖά ἐστι καὶ παρόντων εἰρήνην ἄγει ἡ νόσος, ἂν δέ τινα ἰατρὸν ἴδῃ καὶ τοῦτʼ ἀκούσῃ μόνον, κατʼ ἐκείνου μάλιστα παροξύνεται, ὅπερ καὶ αὐτὸ τοῦ πονηρῶς καὶ ἀνηκέστως ἔχειν ἐστὶ τεκμήριον. ταῦτα ὁρῶν ἐγὼ μὲν ἠνιώμην καὶ τὴν γυναῖκα ᾤκτειρον ἀξίαν οὖσαν καὶ παρὰ τὸ προσῆκον δυστυχοῦσαν.