Ancient Greek
Section 7
Lucian, Ἀποκηρυττόμενος 7
Not analysed yet
ὁ πατὴρ δὲ ὑπὸ ἰδιωτείας (οὐ γὰρ οἶδεν οὔτε ἀρχὴν τοῦ κατέχοντος κακοῦ οὔτε τὴν αἰτίαν οὔτε τὸ μέτρον τοῦ πάθους) ἐκέλευεν ἰᾶσθαι καὶ τὸ ὅμοιον ἐκχέαι φάρμακον· οἴεται γὰρ ἓν εἶναι μανίας εἶδος καὶ μίαν τὴν νόσον καὶ τἀρρώστημα ταὐτὸν καὶ παραπλησίαν τὴν θεραπείαν δεχόμενον. ἐπεὶ δέ, ὅπερ ἀληθέστατον, ἀδύνατον εἶναί φημι σώζεσθαι τὴν γυναῖκα καὶ ἡττῆσθαι ὑπὸ τῆς νόσου ὁμολογῶ, ἀγανακτεῖ καὶ ὀργίζεται καί φησιν ἑκόντα καθυφίεσθαι καὶ προδιδόναι τὴν ἄνθρωπον, ἐγκαλῶν ἐμοὶ τὴν ἀσθένειαν τῆς τέχνης. καὶ πάσχει μὲν σύνηθες τοῖς λυπουμένοις· ὀργίζονται γοῦν ἅπαντες τοῖς μετὰ παρρησίας τἀληθῆ λέγουσιν. πλὴν ἔγωγε ὡς ἂν οἷός τε ὦ δικαιολογήσομαι πρὸς αὐτὸν καὶ ὑπὲρ ἐμαυτοῦ καὶ τῆς τέχνης.