Ancient Greek
25.5
Lucius Annaeus Cornutus, cornutus_lang 25.5
Unproofread scanNot analysed yet
2. θάλατταν b'c —4. οὗρος a Nc ὁρος N2 b' —ὧν] ὧν τῶν Osann ἐνιοι δὲ φασιν ἀπὸ τοῦ ὥρειν ἢ ὥρεύειν τὰ ὄντα, ὅ ἐστι φυλάττειν, οὐρανὸν κεκλησθαι, ἀφ’ οὗ καὶ ὁ θυρωρὸς ὠνομάσθη καὶ τὸ πολυωρεῖν· ἄλλοι δὲ αὐτὸν ἀπὸ τοῦ ὁρᾶσθαι ἄνω ἐτυμολογοῦσι. καλεῖται δὲ σὺν 5 πᾶσιν οἷς περιέχει κόσμος ἀπὸ τοῦ κάλλιστα διακεκοσμησθαι. τινὲς δὲ τῶν ποιητῶν Ἄμωνος ἔφασαν αὐτὸν υἱὸν εἶναι, τὸ ἄμωτον τῆς περιφορᾶς αὐτοῦ αἰνιττόμενοι, ἢ προλαβόντες ὅτι ἄφθαρτός ἐστι τοῦτο παριστᾶσι διὰ τῆς ἐτυμολογίας· κεκημέναι γὰρ λέγο- 10 μεν τοὺς τετελευτηκότας. ἡ δὲ οὐσία αὐτοῦ πυρώδης ἐστίν, ὡς δῆλον ἐκ τοῦ ἡλίου καὶ ἐκ τῶν ἄλλων ἀστέρων. ὅθεν καὶ αἰθήρ ἐκλήθη τὸ ἐξωτάτω μέρος τοῦ κόσμου ἀπὸ τοῦ αἰδεσθαι· τινὲς δὲ φασιν ἀπὸ τοῦ ἀεὶ θεῖν οὕτως αὐτὸν ὠνομάσθαι, ὅ ἐστι ῥοίζῳ φέρεσθαι. καὶ 15 τὰ ἄστρα γὰρ οἴουσι ἄστατά ἐστιν ὡς οὐδέποτε ἱστάμενα, ἀλλ’ ἀεὶ κινούμενα. εὐλογὸν δὲ καὶ τοὺς θεοὺς ἀπὸ τῆς θεύσεως ἐσχηκέναι τὴν προσηγορίαν· πρῶτον γὰρ οἱ ἄρχαιοι θεοὺς ὑπέλαμβανον εἶναι οὓς ἑώρων ἀδιαλείπτως φερομένους, αἰτίους αὐτοὺς νομίζαντες 20 εἶναι τῶν τοῦ ἀέρος μεταβολῶν καὶ τῆς σωτηρίας τῶν