Ancient Greek
27.1
Lucius Annaeus Cornutus, cornutus_lang 27.1
Unproofread scanNot analysed yet
ὅλων. τάχα δ' ἂν εἰεν θεοι θετηρες και ποιηται των γινομενων. c. 2. Ὡσπερ δε ἡμεῖς ὑπο ψυχης διοικούμεθα, οὐτω και ὁ κοσμος ψυχην ἔχει την συνεχουσαν αὐτον, και αὐτη καλεῖται Ζευς, πρωτως και δια παντος ζωσα και αιτια ουσα τοῖς ζωσι του ζην· δια τουτο δε και βασιλευειν ὁ Ζευς λεγεται των ολων, ως ἂν και εν ἡμῖν ἡ ψυχη και ἡ φυσις ἡμων βασιλευειν ρηθείη. Διὰ δε αυτον καλοῦμεν οτι δι' αὐτον γινεται και σωζεται παντα. παρα δε τισι και Δευς λεγεται, ταχα απο του δευειν την γην ἢ μεταδιδοναι τοῖς ζωσι ζωτικης ἰκμαδος [και ἡ γενικη πτωσις ἀπ' αὐτης ἐστι Δεός, παρακειμένη πως τῃ Διός]. οικειν δε εν τῳ ουρανῳ λεγεται, ἐπεὶ ἐκεῖ ἐστι το κυριωτατον μερος της του κοσμου ψυχης· και γαρ αι ἡμετεραι ψυχαὶ πυρ εἰσιν. c. 3. Γυνὴ δε και ἀδελφὴ αὐτου παραδέδοται ἡ Ἥρα, ἥτις ἐστιν ὁ ἀήρ. συνήπται γαρ εὐθὺς αὐτῳ και κεκόλληται αἱρομένη ἀπο τῆς γῆς ἐκεῖνον αὐτῇ ἐπιβεβηκτος· και γερόνασιν ἐκ τῆς εἰς τα αὐτα ρύσεως, φυεῖσα γαρ εἰς λεπτότητα ἡ οὐσία το τε πυρ και τον ἀέρα ὑφίστησιν. ἐφ' φ και Ῥέαν την