Ancient Greek
38.1
Lucius Annaeus Cornutus, cornutus_lang 38.1
Unproofread scanNot analysed yet
παράτρουσα τὰ πραττόμενα ὑφ’ ἡμῶν κολάζειν τὰ κολάσεως ἄξια. c. 14. λέγεται δ’ ἐκ Μνημοσύνης γεννηθᾶι τὰς Μούσας ὁ Ζεὺς, ἐπειδὴ καὶ τῶν κατὰ παιδείαν μαθη-μάτων αὐτὸς εἰσρητὴς ἔγενετο, ἃ διὰ μελέτης καὶ κατοχῆς ἀναλαμβάνεσθαι πέφυκε ὡς ἀναγκαίτατα πρὸς τὸ εὖ ζῆν ὄντα. καλοῦνται δὲ Μοῦσαι ἀπὸ τῆς μώσεως, τοὔτεστι ζητήσεως, καθὸ εἴρηται ὦ πονηρέ, μὴ τὰ μαλαχὰ μῶσο, μὴ τὰ σκληρ’ ἔχης. ἔννεά δ’ εἰσὶ διὰ τὸ τετραγώνους, ὡς φησὶ τις, καὶ περιττοὺς τοὺς προσέχοντας αὐταῖς ἀποτελεῖν· τοιοῦ-τος γὰρ ἐστὶν ὁ τῶν ἔννεα ἀριθμός, συνιστάμενος κατὰ τὸ ἐφ’ ἑαυτὸν γενέσθαι τὸν πρῶτον ἀπὸ τῆς μονάδος τελειότητός τινος μετέχειν δοκοῦντα ἀριθμόν.