Ancient Greek
39.1
Lucius Annaeus Cornutus, cornutus_lang 39.1
Unproofread scanNot analysed yet
λέγονται δὲ παρὰ τισι καὶ δύο μόναι εἶναι, παρ' οἷς δὲ τρεῖς, παρ' οἷς δὲ τέτταρες, παρ' οἷς δὲ ἑπτά· τρεῖς μὲν διὰ τὴν προειρημένην τῆς τριάδος τελειό-τητα ἢ καὶ διὰ τὸ τρία γένη σκεμμάτων εἶναι, δι' ὧν ὁ κατὰ φιλοσοφίαν λόγος συμπληροῦται· δύο δὲ ἀπὸ τοῦ θεωρεῖν τε καὶ πράττειν τὰ δέοντα ἐπιβάλλειν ἡμῖν καὶ ἐν δυσὶ τούτοις συνίστασθαι τὸ πεπαιδεύ-σθαι· τέτταρες δὲ καὶ ἑπτὰ τάχα διὰ τὸ τὰ παλαιὰ τῶν μουσικῶν ὄργανα τοσοῦτους φθόγγους ἐσχηκέναι. ὠθέλειν δὲ παρήχθησαν [τῷ καὶ τὰς ἀρετὰς καὶ τὴν παιδείαν θηλυκὰ ὀνόματα ἐκ τύχης ἔχειν] πρὸς σύμ-βολον τοῦ ἑνδομενείας καὶ ἑδραιότητος τὴν πολυμάθειαν περιγίνεσθαι. σύνεισι δὲ καὶ συγχωρεύ-ουσιν ἀλλήλαις πρὸς παράστασιν τοῦ τὰς ἀρετὰς ἀχω-ρίστους αὐτῶν καὶ ἀδιαζεύκτους εἶναι. περὶ δὲ τοὺς τῶν θεῶν ὕμνους καὶ τὴν θεραπείαν κατασχολοῦνται μάλιστα, ἐπειδὴ στοιχεῖον παιδείας ἐστὶ τὸ ἀφορᾶν πρὸς τὸ θεῖον καὶ τοῦθ' ὑπόδειγμα τοῦ βίου ποιησα-μένους ἀνὰ στόμα ἔχειν δεῖ·] ἄλλως δὲ Κλειῶ μὲν μία τῶν Μουσῶν ἐστιν ἀπὸ τοῦ κλέους τυγχάνειν τοὺς