Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1042-2.1098
Lycophron, Ἀλεξάνδρα 2.1042-1098
Not analysed yet
ὅθεν, πεφευγὼς ἑρπετῶν δεινὴν μάχην
δρακοντομόρφων, εἰς Ἀμαντίαν πόλιν
πλώσει, πέλας δὲ γῆς Ἀτιντάνων μολών,
Πράκτιν παρʼ αὐτὴν αἰπὺ νάσσεται λέπας,
τοῦ Χαονίτου νᾶμα Πολυάνθους δρέπων.
ὁ δʼ Αὐσονείων ἄγχι Κάλχαντος τάφων,
δυοῖν ἀδελφοῖν ἅτερος, ψευδηρίων
ξένην ἐπʼ ὀστέοισιν ὀγχήσει κόνιν.
δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις
χρήσει καθʼ ὕπνον πᾶσι νημερτῆ φάτιν,
νόσων δʼ ἀκεστὴς Δαυνίοις κληθήσεται,
ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖς
ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον
ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν.
ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος
ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,
ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θʼ ἕδη
μολόντες αἰτίζωσι κοιράνου γύας,
ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός.
τοὺς δʼ εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον
κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος.
τοῖς δʼ ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν
στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές,
χώραν διδόντες, ἥν περ ἔχρῃζον λαβεῖν,
τοῦ κρατοβρῶτος παιδὸς ἄτρεστου κάπρου.
τῶν Ναυβολείων δʼ εἰς Τέμεσσαν ἐγγόνων
ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης
Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας
σκληρὸν νένευκεν. ἀντὶ δὲ Κρίσης ὅρων
Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα
βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ,
πάτραν Λίλαιαν κἀνεμωρείας πέδον
ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας.
Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος
μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις
οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη
θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον,
ἔκβλητον αἰάζουσα Κράθιδος πέλας
τόργοισιν αἰώρημα φοινίοις δέμας.
σπιλὰς δʼ ἐκείνη σῆς φερώνυμος τύχης
πόντον προσαυγάζουσα φημισθήσεται.
οἱ δʼ αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς
νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες
ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις
δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.
καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ
ἄνοστον αἰάζοντας ἕξουσιν τύχην
ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων
Οὐδʼ οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους
εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,
χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.
τοιαῖσδʼ ἐχῖνος μηχαναῖς οἰκοφθορῶν
παραιολίξει τὰς ἀλεκτόρων πικρὰς
στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι
λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι
πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς
κρύψει ποτʼ ἐν κλήροισι Μηδύμνης στέγος.