Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.988-2.1041
Lycophron, Ἀλεξάνδρα 2.988-1041
Not analysed yet
γλήναις δʼ ἄγαλμα ταῖς ἀναιμάτοις μύσει,
στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην
λεῦσσον φόνον τʼ ἔμφυλον ἀγραύλων λύκων,
ὅταν θανὼν λῄταρχος ἱρείας σκύλαξ
πρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ.
ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίους
λίνου θʼ ἁλισμήκτοιο δειραίαν ἄκραν
Ἀμαζόνος σύγκληρον ἄρσονται πέδον,
δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι,
ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρης
πλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα.
ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς
πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ
τεύξει τράφηκι φοινίῳ τετμημένῳ.
Κροτωνιᾶται δʼ ἄστυ πέρσουσίν ποτε
Ἀμαζόνος, φθέρσαντες ἄτρομον κόρην
Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.
πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ
δάψουσι πρηνιχθέντες, οὐδʼ ἄτερ πόνων
πύργους διαρραίσουσι Λαυρήτης γόνοι.
οἱ δʼ αὖ Τέρειναν, ἔνθα μυδαίνει ποτοῖς
Ὠκίναρος γῆν, φοῖβον ἐκβράσσων ὕδωρ,
ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ.
τὸν δʼ αὖ τὰ δευτερεῖα καλλιστευμάτων
λαβόντα, καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν
στρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον,
τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶ
Θρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις,
τῇ δʼ ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότος
εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας
ἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα.
ἔνθα πλανήτην λυπρὸν ὄψονται βίον
Λακμωνίου πίνοντες Αἴαντος ῥοάς.
Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις
χῶρος συνοίκους δέξεται Κόλχων Πόλαις,
μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς
Αἴας Κορίνθου τʼ ἀρχός, Εἰδυίας πόσις,
τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν,
οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ.
ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας
πλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδων
ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,
τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν
ἐπώνυμόν ποθʼ ὑστέρῳ χρόνῳ γράφων
κλεινόν θʼ ἵδρυμα παρθένου Λογγάτιδος,
Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.
Παπποκτόνος δʼ Ὀθρωνὸν οἰκήσει λύκος,
τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν.
ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι
ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.
χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ
ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,
δίκης ἐάσει τάρροθος Τελφουσία
Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ.