Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1099-2.1154
Lycophron, Ἀλεξάνδρα 2.1099-1154
Not analysed yet
ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους
ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου
ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος
τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.
θερμὴν δʼ ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην
τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,
τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον.
οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται,
λυπρὰν λεαίνης εἰσιδοῦσʼ οἰκουρίαν.
ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,
Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,
ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸς
ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,
ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,
καὶ πᾶν λακίζουσʼ ἐν φοναῖς ψυχρὸν δέμας
δράκαινα διψὰς κἀπιβᾶσʼ ἐπʼ αὐχένος
πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς,
ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας
δύσζηλος ἀστέμβακτα τιμωρουμένη.
βοῶσα δʼ οὐ κλύοντα δεσπότην πόσιν
θεύσω κατʼ ἴχνος ἠνεμωμένη πτεροῖς.
σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου
εἰς σπλάγχνʼ ἐχίδνης αὐτόχειρ βάψει ξίφος,
κακὸν μίασμʼ ἔμφυλον ἀλθαίνων κακῷ.
ἐμὸς δʼ ἀκοίτης, δμωίδος νύμφης ἄναξ,
Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,
τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών.
οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβας
ἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ.
ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι
Σάλπης παρʼ ὄχθαις, οἵ τε Δάρδανον πόλιν
ναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν.
κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν
ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι
τοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις,
μορφῆς ἔχοντας σίφλον ἢ μῶμαρ γένους,
ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας,
ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων,
Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφὰς
πεπαμέναι θρόνοισι φαρμακτηρίοις.
κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ
ῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι.
πένθος δὲ πολλαῖς παρθένων τητωμέναις
τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην
ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,
δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον
πέμψουσι παῖδας ἐστερημένας γάμων.
Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε,
καὶ Κῦνε, καὶ Σκάρψεια, καὶ Φαλωριάς,
καὶ Ναρύκειον ἄστυ, καὶ Θρονίτιδες
Λοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι,
καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος,
ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων
ποινὰς Γυγαίᾳ τίσετʼ Ἀγρίσκᾳ θεᾷ,
τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον
πάλου βραβείαις γηροβοσκοῦσαι κόρας.