Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1155-2.1211
Lycophron, Ἀλεξάνδρα 2.1155-1211
Not analysed yet
αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος
ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται,
φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν
Ἥφαιστος εἰς θάλασσαν ἐκβράσῃ σποδὸν
τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης.
ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι
Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,
λαθραῖα κἀκκέλευθα παπταλώμεναι,
ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους
λιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι.
θεᾶς δʼ ὀφελτρεύσουσι κοσμοῦσαι πέδον,
δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον
ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ
κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων,
ἢ φάσγανον κελαινόν, ἢ ταυροκτόνον
στερρὰν κύβηλιν, ἢ Φαλακραῖον κλάδον,
μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.
δῆμος δʼ ἀνατεὶ τὸν κτανόντʼ ἐπαινέσει,
τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.
ὦ μῆτερ, ὦ δύσμητερ, οὐδὲ σὸν κλέος
ἄπυστον ἔσται, Περσέως δὲ παρθένος
Βριμὼ Τρίμορφος θήσεταί σʼ ἑπωπίδα
κλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς,
ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίας
δείκηλα μὴ σέβουσι λαμπαδουχίαις,
θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν.
ψευδήριον δὲ νησιωτικὸς στόνυξ
Πάχυνος ἕξει σεμνὸν ἐξ ὀνειράτων
ταῖς δεσποτείαις ὠλέναις ὠγκωμένον
ῥείθρων Ἑλώρου πρόσθεν ἐκτερισμένης·
ὃς δὴ παρʼ ἀκταῖς τλήμονος ῥανεῖ χοάς,
τριαύχενος μήνιμα δειμαίνων θεᾶς,
λευστῆρα πρῶτον οὕνεκεν ῥίψας πέτρον
Ἅιδῃ κελαινῶν θυμάτων ἀπάρξεται.
σὺ δʼ, ὦ ξύναιμε, πλεῖστον ἐξ ἐμῆς φρενὸς
στερχθείς, μελάθρων ἕρμα καὶ πάτρας ὅλης,
οὐκ εἰς κενὸν κρηπῖδα φοινίξεις φόνῳ
ταύρων, ἄνακτι τῶν Ὀφίωνος θρόνων
πλείστας ἀπαρχὰς θυμάτων δωρούμενος.
ἀλλʼ ἄξεταί σε πρὸς γενεθλίαν πλάκα
τὴν ἐξόχως Γραικοῖσιν ἐξυμνημένην,
ὅπου σφε μήτηρ ἡ πάλης ἐμπείραμος
τὴν πρόσθʼ ἄνασσαν ἐμβαλοῦσα Ταρτάρῳ
ὠδῖνας ἐξέλυσε λαθραίας γονῆς,
τὰς παιδοβρώτους ἐκφυγοῦσʼ ὁμευνέτου
θοίνας ἀσέπτους, οὐδʼ ἐπίανεν βορᾷ
νηδύν, τὸν ἀντίποινον ἐγμάψας πέτρον,
ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,
τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.
νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας
ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων,
ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼς
χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως
ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας
ἄξει Καλύδνου τύρσιν Ἀόνων τε γῆν
σωτῆρʼ, ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷ
πέρθοντι χώραν Τηνέρου τʼ ἀνάκτορα.