Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1212-2.1269
Lycophron, Ἀλεξάνδρα 2.1212-1269
Not analysed yet
κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοι
λοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον.
ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμους
τοὐμὸν ταλαίνης πῆμα, πᾶς δʼ ἀνάστατος
ἔσται στρατηγῶν οἶκος. οὐ γάρ ἥσυχος
πορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ,
Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας,
ψυδραῖσί τε ἔχθραν μηχαναῖς ἀναπλέκων.
ὃς οὔτε τέκνων φείσετʼ οὔτε συγγάμου
Μήδας δάμαρτος, ἠγριωμένος φρένας,
οὐ Κλεισιθήρας θυγατρός, ἧς πατὴρ λέχος
θρεπτῷ δράκοντι συγκαταινέσει πικρόν.
πάντας δʼ ἀνάγνοις χερσὶν ναῷ κτενεῖ,
λώβαισιν αἰκισθέντας Ὀγκαίου βόθρου.
γένους δὲ πάππων τῶν ἐμῶν αὖθις κλέος
μέγιστον αὐξήσουσιν ἄμναμοί ποτε,
αἰχμαῖς τὸ πρωτόλειον ἄραντες στέφος,
γῆς καὶ θαλάσσης σκῆπτρα καὶ μοναρχίαν
λαβόντες. οὐδʼ ἄμνηστον, ἀθλία πατρίς,
κῦδος μαρανθὲν ἐγκατακρύψεις ζόφῳ.
τοιούσδʼ ἐμός τις σύγγονος λείψει διπλοῦς
σκύμνους λέοντας, ἔξοχον ῥώμῃ γένος,
ὁ Καστνίας τε τῆς τε Χειράδος γόνος,
βουλαῖς ἄριστος, οὐδʼ ὀνοστός ἐν μάχαις.
ὃς πρῶτα μέν Ῥαίκηλον οἰκήσει μολών,
κισσοῦ παρʼ αἰπὺν πρῶνα καὶ Λαφυστίας
κερασφόρους γυναῖκας. ἐκ δʼ Ἀλμωπίας
πάλιμπλανήτην δέξεται Τυρσηνία
Λιγγεύς τε θερμῶν ῥεῖθρον ἐκβράσσων ποτῶν,
καὶ Πῖσʼ Ἀγύλλης θʼ αἱ πολύρρηνοι νάπαι.
σὺν δέ σφι μίξει φίλιον ἐχθρὸς ὢν στρατόν,
ὅρκοις κρατήσας καὶ λιταῖς γουνασμάτων
νάνος, πλάναισι πάντʼ ἐρευνήσας μυχὸν
ἁλός τε καὶ γῆς. σὺν δὲ δίπτυχοι τόκοι
Μυσῶν ἄνακτος, οὗ ποτʼ Οἰκουρὸς δόρυ
γνάμψει Θέοινος, γυῖα συνδήσας λύγοις,
Τάρχων τε καὶ Τυρσηνός, αἴθωνες λύκοι,
τῶν Ἡρακλείων ἐκγεγῶτες αἱμάτων.
ἔνθα τράπεζαν εἰδάτων πλήρη κιχών,
τὴν ὕστερον βρωθεῖσαν ἐξ ὀπαόνων,
μνήμην παλαιῶν λήψεται θεσπισμάτων.
κτίσει δὲ χώραν ἐν τόποις Βορειγόνων
ὑπὲρ Λατίνους Δαυνίους τʼ ᾠκισμένην,
πύργους τριάκοντʼ, ἐξαριθμήσας γονὰς
συὸς κελαινῆς, ἣν ἀπʼ Ἰδαίων λόφων
καὶ Δαρδανείων ἐκ τόπων ναυσθλώσεται,
ἰσηρίθμων θρέπτειραν ἐν τόκοις κάπρων·
ἧς καὶ πόλει δείκηλον ἀνθήσει μιᾷ
χαλκῷ τυπώσας καὶ τέκνων γλαγοτρόφων.
δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι,
πατρᾦ ἀγάλματʼ ἐγκατοικεῖ θεῶν.
ἃ δή, παρώσας καὶ δάμαρτα καὶ τέκνα
καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων,
σὺν τῷ γεραιῷ πατρὶ πρεσβειώσεται,
πέπλοις περισχών, ἦμος αἰχμηταὶ κύνες,
τὰ πάντα πάτρας συλλαφύξαντες πάλῳ,
τούτῳ μόνῳ πόρωσιν αἵρεσιν, δόμων
λαβεῖν ὅ χρῄζει κἀπενέγκασθαι δάνος.