Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1270-2.1331
Lycophron, Ἀλεξάνδρα 2.1270-1331
Not analysed yet
τῷ καὶ παρʼ ἐχθροῖς εὐσεβέστατος κριθείς,
τὴν πλεῖστον ὑμνηθεῖσαν ἐν χάρμαις πάτραν
ἐν ὀψιτέκνοις ὀλβίαν δωμήσεται,
τύρσιν μακεδνὰς ἀμφὶ Κιρκαίου νάπας
Ἀργοῦς τε κλεινὸν ὅρμον Αἰήτην μέγαν,
λίμνης τε Φόρκης Μαρσιωνίδος ποτὰ
Τιτώνιόν τε χεῦμα τοῦ κατὰ χθονὸς
δύνοντος εἰς ἄφαντα κευθμῶνος βάθη,
Ζωστηρίου τε κλιτύν, ἔνθα παρθένου
στυγνὸν Σιβύλλης ἐστὶν οἰκητήριον,
γρώνῳ βερέθρῳ συγκατηρεφὲς στέγης.
τοσαῦτα μὲν δύστλητα πείσονται κακὰ
οἱ τὴν ἐμὴν μέλλοντες αἰστώσειν πάτραν.
τί γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέως
ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος,
ἃς πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδες
καὶ Σαλμυδησὸς καὶ κακόξεινος κλύδων,
Σκύθαισι γείτων, καρτεροῖς εἴργει πάγοις,
λίμνην τε τέμνων Τάναϊς ἀκραιφνὴς μέσην
ῥείθροις ὁρίζει, προσφιλεστάτην βροτοῖς
χίμετλα Μαιώταισι θρηνοῦσιν ποδῶν.
ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες,
οἳ τὴν βοῶπιν ταυροπάρθενον κόρην
Λέρνης ἀνηρείψαντο, φορτηγοὶ λύκοι,
πλᾶτιν πορεῦσαι κῆρα Μεμφίτῃ πρόμῳ,
ἔχθρας δὲ πυρσὸν ᾖραν ἠπείροις διπλαῖς.
αὖθις γὰρ ὕβριν τὴν βαρεῖαν ἁρπαγῆς
Κουρῆτες ἀντίποινον Ἰδαῖοι κάπροι
ζητοῦντες, αἰχμάλωτον ἤμπρευσαν πόριν
ἐν ταυρομόρφῳ τράμπιδος τυπώματι
Σαραπτίαν Δικταῖον εἰς ἀνάκτορον
δάμαρτα Κρήτης Ἀστέρῳ στρατηλάτῃ.
οὐδʼ οἵ γʼ ἀπηρκέσθησαν ἀντʼ ἴσων ἴσα
λαβόντες, ἀλλὰ κλῶπα σὺν Τεύκρῳ στρατὸν
καὶ σὺν Σκαμάνδρῳ Δραυκίῳ φυτοσπόρῳ
εὶς Βεβρύκων ἔστειλαν οἰκητήριον,
σμίνθοισι δηρίσοντας, ὧν ἀπὸ σπορᾶς
ἐμοὺς γενάρχας ἐξέφυσε Δάρδανος,
γήμας Ἀρίσβαν Κρῆσσαν εὐγενῆ κόρην.
καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους
ταγῷ μονοκρήπιδι κλέψοντας νάκην,
δρακοντοφρούροις ἐσκεπασμένην σκοπαῖς.
ὃς εἰς Κύταιαν τὴν Λιβυστικὴν μολών,
καἰ τὸν τετράπνην ὕδρον εὐνάσας θρόνοις,
καὶ γυρὰ ταύρων βαστάσας πυριπνόων
ἄροτρα, καὶ λέβητι δαιτρευθεὶς δέμας,
οὐκ ἀσμένως ἔμαρψεν ἐρράου σκύλος,
ἀλλʼ αὐτόκλητον ἁρπάσας κεραΐδα,
τὴν γνωτοφόντιν καὶ τέκνων ἀλάστορα,
εἰς τὴν λάληθρον κίσσαν ἡρματίξατο,
φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο
βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων.
πάλιν δʼ ὁ πέτρας ἀσκέρας ἀνειρύσας
καὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός,
ὁ Φημίου παῖς, Σκῦρος ᾧ λυγροὺς τάφους
κρημνῶν ἔνερθεν αἰγίλιψ ῥοιζουμένων
πάλαι δοκεύει τὰς ἀταρχύτους ῥιφάς,
σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίας
Μύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς,
ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν,
στόρνην τʼ ἀμέρσας καὶ Θεμισκύρας ἄπο
τὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν.