Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.1332-2.1387
Lycophron, Ἀλεξάνδρα 2.1332-1387
Not analysed yet
ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος,
ἔριν λιποῦσαι, Λάγμον, ἠδὲ Τήλαμον,
καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόν τʼ ὄρος,
ποινὰς ἀθἐλκτους θʼ ἁρπαγὰς διζήμεναι,
ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθας
ἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴν
Γραικοῖσιν ἀμνάμοις τε τοῖς Ἐρεχθέως.
καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί,
τοὺς Μοψοπείους αἰθαλώσασαι γύας.
πάππος δὲ Θρῄκης οὑμὸς αἰστώσας πλάκα
χώραν τʼ Ἐορδῶν καὶ Γαλαδραίων πέδον,
ὅρους ἔπηξεν ἀμφὶ Πηνειοῦ ποτοῖς,
στερρὰν τραχήλῳ ζεῦγλαν ἀμφιθεὶς πέδαις,
ἀλκῇ νέανδρος, ἐκπρεπέστατος γένους.
ἡ δʼ ἀντὶ τούτων τάρροθον βοηλάτην
τὸν ἑξάπρυμνον, στέρφος ἐγχλαινούμενον,
στείλασα, λίστροις αἰπὺν ἤρειψεν πάγον,
τὸν ἡ παλίμφρων Γοργὰς ἐν κλήροις θεῶν
καθιερώσει, πημάτων ἀρχηγέτις.
αὖθις δὲ κίρκοι, Τμῶλον ἐκλελοιπότες
Κίμψον τε καὶ χρυσεργὰ Πακτωλοῦ ποτά,
καὶ νᾶμα λίμνης, ἔνθα Τυφῶνος δάμαρ
κευθμῶνος αίνόλεκτρον ἐνδαύει μυχόν,
Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασαν,
δεινὴν Λιγυστίνοισι τοῖς τʼ ἀφʼ αἵματος
ῥίζαν γιγάντων Σιθόνων κεκτημένοις
λόγχης ἐν ὑσμίναισι μίξαντες πάλην.
εἷλον δὲ Πῖσαν καὶ δορίκτητον χθόνα
πᾶσαν κατειργάσαντο τὴν Ὄμβρων πέλας
καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων.
λοῖσθος δʼ ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν,
πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί,
ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶν
κρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος.
ἡ δʼ αὖθις οἰστρήσασα τιμωρουμένη
τριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας,
πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα.
πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳ
ὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼν
σκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά.
σὺν ᾧ θανοῦμαι, κἀν νεκροῖς στρωφωμένη
τὰ λοίπʼ ἀκούσω ταῦθʼ, ἃ νῦν μέλλω θροεῖν.
ὁ δεύτερος δέ, τοῦ πεφασμένου κέλωρ
ἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην,
καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼν
χρησμοῖς Ἰατροῦ σὺν πολυγλώσσῳ στρατῶ.
τρίτος δʼ, ἄνακτος τοῦ δρυηκόπου γόνος,
τὴν τευχοπλάστιν παρθένον Βραγχησίαν
παραιολίξας βῶλον ἐμπεφυρμένην
νασμοῖς ὀρέξαι τῷ κεχρημένῳ δάνος,
σφραγῖδα δέλτῳ δακτύλων ἐφαρμόσαι,
φθειρῶν ὀρείαν νάσσεται μοναρχίαν,
τὸν πρωτόμισθον Κᾶρα δῃώσας στρατόν,
ὅταν κόρη κασωρὶς εἰς ἐπείσιον
χλεύην ὑλακτήσασα κηκάσῃ γάμους
νυμφεῖα πρὸς κηλωστὰ καρβάνων τελεῖν.