Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.462-2.520
Lycophron, Ἀλεξάνδρα 2.462-520
Not analysed yet
οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος
πρηστὴρ Ἐνυοῦς, οὔποτʼ εἰς φύζαν τραπεὶς
ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων
ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν
πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.
ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,
ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται,
δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.
ἣν δή ποτʼ, ἐν ῥήτραισι δημοτῶν σταθείς,
γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ
στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ,
τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,
ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,
λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.
ὁ δʼ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας
Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,
χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.
Ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών,
χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς
λυκαινομόρφων Νυκτίμου κρεανόμων,
τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν
σπληδῷ κατʼ ἄκρον χεῖμα θαλψάντων πυρός,
χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει
βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.
οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ,
βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.
ἔγνω δʼ ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος,
ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν
μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.
ὁ δʼ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ,
στόρθυγξ δεδουπὼς τὸν κτανόντʼ ἠμύνατο,
πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.
τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας
κέλωρ γίγαντος ὅπλα, τοῦ ποτʼ εἰς λέχος
λαθραῖον αὐτόκλητος Ἰδαία πόρις
ἡ ζῶσʼ ἐς Ἅιδην ἵξεται καταιβάτις,
θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς·
ὃν δή ποτʼ ἀγρώσσοντα Κρηστώνης ἔχις
κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει,
ὅταν τεκόντος αἰχμάλωτος εἰς χέρας
ἡ πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον
βάλῃ νεογνὸν σκύμνον. ᾗ μόνῃ ζυγὸν
δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι
τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος,
ὧν ὀστράκου στρόβιλος ἐντετμημένος
κόρσην σκεπάζει ῥῦμα φοινίου δορός.
τὰ δʼ ἄλλα θριπόβρωτος ἄψαυστος δόμων
σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα.
ἃ δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον
τοῖς ἡμιθνήτοις διπιύχοις Λαπερσίοις·
οὓς μήποτʼ, ὦ Ζεῦ σῶτερ, εἰς πάτραν ἐμὴν
στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί,
μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας
πρύμνης ἀπʼ ἄκρας γυμνὸν αἰψηρὸν πόδα
εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν,
μηδʼ οἱ λεόντων τῶνδε καρτερώτεροι,
ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο,
καὶ δἶ Ἐνυώ, καὶ τριγέννητος θεὰ
Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία.