Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.521-2.576
Lycophron, Ἀλεξάνδρα 2.521-576
Not analysed yet
οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ,
Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ,
ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,
ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις
στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν,
καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν
ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν
ἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ
μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.
οὗ δή ποτʼ αἴθων πρῶτα καινίσει δόρυ
κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,
Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφους
ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,
Μαζουσία προὔχουσα χερσαίου κέρως.
Ἀλλʼ ἔστι γάρ τις, ἔστι καὶ παρʼ ἐλπίδα
ἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιος
δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,
ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις
σίνιν καταρρακτῆρα δέξωνται πικρὸν
οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε
μέλλοντες, ἔν τε δαιτὶ καὶ θαλυσίοις
λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,
θήσει βαρὺν κογῳὸν ἐν λέσχαις μέσον.
καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ
βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,
αὖθις δʼ ἐναιχμάσουσιν αὐτανέψιοι,
ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους
βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων
χρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην.
ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος
ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,
ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.
ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος
φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,
λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.
ὁ δʼ αὖ σιγύμνῳ πλεύρʼ ἀναρρήξας βοὸς
κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι
πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,
ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.
ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ
ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸς
οὐδʼ ὁ Σκιαστὴς Ὀρχιεὺς Τιλφούσιος
ἐμέμψατʼ, ἐν χάρμαισι ῥαιβώσας κέρας.
καὶ τοὺς μὲν Ἅιδης, τοὺς δʼ Ὀλύμπιοι πλάκες
παρʼ ἦμαρ αἰεὶ δεξιώσονται ξένους,
φιλαυθομαίμους, ἀφθίτους τε καὶ φθιτούς.
καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ,
βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος.
ἄλλων δʼ ἄπλατον χειρὶ κινήσει νέφος,
ὧν οὐδʼ ὁ Ῥοιοῦς ἶνις εὐνάζων μένος
σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον
μίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους,
τροφὴν δʼ ἀμεμφῆ πᾶσι τριπτύχους κόρας
ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν
μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας,
Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν.