Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.577-2.636
Lycophron, Ἀλεξάνδρα 2.577-636
Not analysed yet
ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς
μυληφάτου χιλοῖο δαιδαλευτρίας
ἕρπιν τε ῥέζειν ἠδʼ ἀλοιφαῖον λίπος,
οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας.
αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν
τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε
Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον.
καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι
στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι·
Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας
λαῶν ἄνακτες, ἀλλʼ ἀνώνυμοι σποραί,
πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς
Γόλγων ἀνάσσης· ὧν ὁ μὲν Λάκωνʼ ὄχλον
ἄγων Θεράπνης, θάτερος δʼ ἀπʼ Ὠλένου
Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ.
ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν
παρʼ Αὐσονίτην Φυλαμὸν δωμήσεται,
πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν
οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν
δίαιταν αἰνέσουσι, πορκέων δίκην,
κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.
ῥάμφεσσι δʼ ἀγρώσσοντες ἐλλόπων θοροὺς
φερώνυμον νησῖδα νάσσονται πρόμου,
θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῶ
ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς
πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.
ὁμοῦ δʼ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην
νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν
κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις
κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,
καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφος
μάζης σπάσονται, προσφιλὲς κνυζούμενοι,
τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.
Τροιζηνίας δὲ πραῦμα φοιτάδος, πλάνης
ἔσται κακῶν τε πημάτων παραίτιον,
ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων
πρὸς λέκτρα. τύμβος δʼ αὐτὸν ἐκσώσει μόρου
Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
κολοσσοβάμων δʼ ἐν πτυχαῖσιν Αὐσόνων
σταθεὶς ἐρείσει κῶλα χερμάσων ἔπι
τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,
τὸν ἑρματίτην νηὸς ἐκβαλὼν κέτρον.
κρίσει δʼ Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς
εὐχὰς ἀρούραις ἀμφʼ ἐτητύμους βαλεῖ,
Δηοῦς ἀνεῖναι μήποτʼ ὄμπνιον στάχυν,
γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,
ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας
χέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών.
στήλαις δʼ ἀκινήτοισιν ὀχμάσει πέδον,
ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται
μετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρως
αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν
ἄνδηρʼ ἀρέζοις ἴχνεσιν δατούμεναι.
θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,
ὅσοι παρʼ Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,
δράκοντα τὸν φθείραντα Φαίακας κτανών.
οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίας
σισυρνοδῦται καρκίνοι πεπλωκότες
ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον,
τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.