Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.637-2.693
Lycophron, Ἀλεξάνδρα 2.637-693
Not analysed yet
ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην
ἄδορπα παιδεύσουσι νηπίους γονάς.
οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,
πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ
ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ.
καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς
Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,
Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι,
γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους
Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θʼ ἕδος
καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θʼ ὕδωρ.
τοὺς δʼ ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας
στενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ
καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπὰς
τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως
τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα
ἁρπυιογούνων κλώμακάς τʼ ἀηδόνων
πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους,
πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται,
λώβαισι παντοίαισιν ἐσπαραγμένους,
ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων
δελφινόσγμον κλῶπα Φοινίκης θεᾶς.
ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας
χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον
χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν.
ἐπόψεται δὲ λείψανον τοξευμάτων
τοῦ Κηραμύντου Πευκέως Παλαίμονος,
οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη
σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην.
ἄλλος δʼ ἐπʼ ἄλλῳ μόχθος ἄθλοις μενεῖ,
τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος.
ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν;
ποία δʼ Ἐρινὺς μιξοπάρθενος κύων;
τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος
Αἰτωλὶς ἢ Κουρῆτις αἰόλῳ μέλει
πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς;
ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται
δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα,
καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι
στένοντες ἄτας ἐν συφοῖσι φορβάδες
γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς
καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης
μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς
Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.
ἥξει δʼ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν
καὶ νεκρόμαντιν πέμπελον διζήσεται
ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας,
ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,
καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,
πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα
λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.
ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον
θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας
φλογμῷ ζέουσα δέξεται μονόστολον,
ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος
δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,
οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.