Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.694-2.752
Lycophron, Ἀλεξάνδρα 2.694-752
Not analysed yet
Βαίου δʼ ἀμείψας τοῦ κυβερνήτου τάφον
καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν
ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν
Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν
χωστὰς Ὀβριμοῦς τʼ ἄλσος οὐδαίας Κόρης,
Πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος
τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος,
ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν
πηγαὶ κατʼ Αὐσονῖτιν ἕλκονται χθόνα,
λιπὼν δε Ληθαιῶνος ὑψηλὸν κλέτας
λίμνην τʼ Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ
καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ,
Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς
ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,
λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος,
μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν·
θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος,
πήληκα κόρσῃ κίονος προσάρμοσας.
κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,
οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,
αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς
Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς,
ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.
τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην
Γλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα·
οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης
λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν
ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.
ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως
Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον
πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς
γείτων θʼ ὁ Λᾶρις ἐξερεύγονται ποτά.
λίγεια δʼ εἰς Τέρειναν ἐκναυσθλώσεται,
κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάται
κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,
Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.
λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης
ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.
πρώτῃ δέ καὶ ποτʼ αὖθι συγγόνων θεᾷ
κραίνων ἁπάσης Μόψοπος ναυαρχίας
πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον,
χρησμοῖς πιθήσας. ὅν ποτʼ αὐξήσει λεὼς
Νεαπολιτῶν, οἳ παρʼ ἄκλυστον σκέπας
ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.
Βύκτας δʼ ἐν ἀσκῷ συγκατακλείσας βοὸς
παλινστροβήτοις πημοναῖς ἀλώμενος
κεραυνίῃ μάστιγι συμφλεχθήσεται
καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ
ὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων,
Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.
βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις,
ἀναυλόχητον αὐτοκάβδαλον σκάφος
βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας
αὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπιν
εἰκαῖα γόμφοις προστεταργανωμένην.
ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας
τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον
αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ
πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.