Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.753-2.811
Lycophron, Ἀλεξάνδρα 2.753-811
Not analysed yet
πόντου δʼ ἄυπνος ἐνσαρούμενος μυχοῖς,
ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος
ἔσται. παρʼ ἄλλου δʼ ἄλλος, ὡς πεύκης κλάδον,
βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.
μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς
ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον
καἰ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας
μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται
στόρθυγξι. νῆσον δʼ εἰς Κρόνῳ στυγουμένην
ἅρπην περάσας, μεζέων κρεανόμον,
ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις,
τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,
ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους.
οὔπω μάλʼ, οὔπω· μὴ τοσόσδʼ ὕπνος λάβοι
λήθης Μέλανθον ἐγκλιθένθʼ Ἱππηγέτην.
ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας
καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν
μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον
μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα
σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,
θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.
αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους
ἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶν
στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν
δέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶν
πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.
οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς
σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,
λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼν
ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,
ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,
ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις
λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον.
ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικία
ὕψιστον ἡμῖν πῆμʼ ἐτέκνωσέν ποτε,
μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.
λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,
ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς,
κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν
πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὠν,
σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπας
κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.
κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ
κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.
κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,
Ἀχιλλέως δάμαρτος αὐτανέψιος.
μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼς
ὅ τʼ αἰπὺ ναίων Τραμπύας ἐδέθλιον,
ἐν ᾗ ποτʼ αὖθις Ἡρακλῆ φθίσει δράκων
Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,
τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶς
καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.
Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος,
ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,
ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον
παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις
αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,
σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,
Γλαύκωνος Ἀψύρτοιό τʼ αὐτανεψίας.