Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.812-2.873
Lycophron, Ἀλεξάνδρα 2.812-873
Not analysed yet
χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν
ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,
γαληνὸν ἦμαρ οὔποτʼ ἐν ζωῇ δρακών.
ὦ σχέτλἰ ,ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ
βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον
κάνθωνʼ ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι
πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον
ἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.
Ὁ δʼ αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης
πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,
ποθῶν δὲ φάσμα πτηνὸν εἰς αἴθραν φυγόν,
ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;
ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;
ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπάς,
καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας,
καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας
προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος
Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους
ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,
καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον
Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,
κραντῆρι λευκῷ τόν ποτʼ ἔκτανε πτέλας.
ἐπόψεται δὲ τύρσιας Κηφηίδας
καὶ Λαφρόου λακτίσμαθʼ Ἑρμαίου ποδὸς
δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο
δαιτὸς χατίζων. ἀντὶ θηλείας δʼ ἔβη
τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,
τὸν ἡπατουργὸν ἄρσενʼ ἀρβυλόπτερον.
πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ
φάλαινα δυσμίσητος ἐξινωμένη,
ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων
τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς·
ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸς
ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,
λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.
Ἐπόψεται δὲ τοὺς θερειπότους γύας
καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας
εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.
καὶ πάντα τλήσεθʼ οὕνεκʼ Αἰγύας κυνὸς
τῆς θηλύπαιδος καὶ τριάνορος κόρης.
ἥξει δʼ ἀλήτης εἰς Ἰαπύγων στρατόν,
καὶ δῶρʼ ἀνάψει παρθένῳ Σκυλητρίᾳ
Ταμάσσιον κρατῆρα καὶ βοάγριον
καὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας.
ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,
ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ
Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.
γυναιξὶ δʼ ἔσται τεθμὸς ἐγχώροις ἀεὶ
πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον
καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,
καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη,
μήθʼ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους
κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς
χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.
ἥξει δὲ ταύρου γυμνάδας κακοξένους
πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,
Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,
Ἅρπης Κρόνου πήδημα Καγχείας θʼ ὕδωρ
κάμψας, Γονοῦσάν τʼ ἠδὲ Σικανῶν πλάκας,
καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,
ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος
ἔδειμε πεντήκοντα σὺν ναυηγέταις.