Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.874-2.929
Lycophron, Ἀλεξάνδρα 2.874-929
Not analysed yet
κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα
τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων
οὐδʼ ὀμβρία σμήχουσα δηναιὸν νιφάς.
ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας
μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους
ἔρημον εἰς Ἄτλαντος οἰκητήριον
θρυλιγμάτων δέρτροισι προσσεσηρότας·
Μόψον Τιταιρώνειον ἔνθα ναυβάται
θανόντα ταρχύσαντο, τυμβείαν δʼ ὑπὲρ
κρηπῖδʼ ἀνεστήλωσαν Ἀργῷου δορὸς
κλασθὲν πέτευρον, νερτέρων κειμήλιον,
Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῥόος
νασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳ
Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ
χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,
δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶν
μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος.
Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη
θαλασσόπαις δίμορφος αὐδάζει θεός,
ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς
῞Ελληνʼ ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.
εὐζὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ
κρύψουσʼ ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,
ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην
ναύταις συνεκβράσουσι Βορραῖαι πνοαί,
τόν τʼ ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,
Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,
καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου
ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.
ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν
ποθοῦντες, οἱ δʼ Ἐχῖνον, οἱ δὲ Τίταρον
Ἶρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν
Γόννον Φάλαννάν τʼ ἠδʼ Ὀλοσσόνων γύας
καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις
αἰῶνα κωκύσουσιν ἠλοκισμένοι.
ἄλλην δʼ ἐπʼ ἄλλῃ κῆρα κινήσει θεός,
λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.
τὸν δʼ Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολις
Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον
Κρίμισα φιτροῦ δέξεται μιαιφόνον·
αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν
σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον·
Δύρα παρʼ ὄχθαις ὅς ποτε φλέξας θρασὺν
λέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σεύθῃ
δράκοντʼ ἀφύκτων γομφίων λυροκτύπῳ.
Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος,
εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων,
Ναύαιθος ἔνθα πρὸς κλύδωνʼ ἐρεύγεται.
κτενοῦσι δʼ αὐτὸν Αὔσονες Πελλήνιοι
βοηδρομοῦντα Λινδίων στρατηλάταις,
οὓς τῆλε Θερμύδρου τε Καρπάθου τʼ ὀρῶν
πλάνητας αἴθων Θρασκίας πέμψει κύων,
ξένην ἐποικήσοντας ὀθνείαν χθόνα.
ἐν δʼ αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν
ὑπὲρ τάφων δείμαντες, αἰανῆ θεὸν
λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν.