Ancient Greek
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.930-2.987
Lycophron, Ἀλεξάνδρα 2.930-987
Not analysed yet
ὁ δʼ ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,
ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,
πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,
ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας
πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ
στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων
Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ
ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸν
Κανδάονʼ ἤ Μάμερτον ὁπλίτην λύκον,
ὁ μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην
στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,
οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος
οὐδʼ ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων.
τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,
πύκτην μὲν ἐσθλόν, πτῶκα δʼ ἐν κλόνῳ δορός,
καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν·
ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου γάνος
ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας,
τὰ δʼ ἐργαλεῖα, τοῖσι τέτρηνας βρέτας
τεύξει ποτʼ ἐγχώροισι μέρμερον βλάβην,
καθιερώσει Μυνδίας ἀνακτόροις.
ἄλλοι δʼ ἐνοικήσουσι Σικανῶν χθόνα,
πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς
ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,
ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,
τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν
μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,
ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.
αἱ δʼ αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας
σηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ,
μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,
ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,
ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονι
τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,
τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.
ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον
ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,
τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.
Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς
πένθος μέγιστον καὶ διʼ αἰῶνος πάτρας
ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης.
μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς
νήπαυστον αἰάζουσα καὶ γοωμένη
δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς
ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος
αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον.
κρατὸς δʼ ἄκουρος νῶτα καλλυνεῖ φόβη,
μνήμην παλαιῶν τημελοῦσʼ ὀδυρμάτων.
πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν
ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος
Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων
κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,
ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,
ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.
πόλιν δʼ ὁμοίαν Ἰλίῳ δυσδαίμονες
δείμαντες, ἀλγυνοῦσι Λαφρίαν κόρην
σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς
τοὺς πρόσθʼ ἔδεθλον Ξουθίδας ᾠκηκότας.