Ancient Greek · ~1 min
Section 119
Lycurgus, Κατὰ Λεωκράτους 119
Not analysed yet
Ψήφισμα καὶ Ὑπόγραμμα τῆς Στήλης τί δοκοῦσιν ὑμῖν, ὦ ἄνδρες; ἆρά γʼ ὁμοίως ὑμῖν περὶ τῶν ἀδικούντων γιγνώσκειν, καὶ οὐκ, ἐπειδὴ καὶ τὸ σῶμα οὐκ ἐδύναντο ὑποχείριον λαβεῖν, τὸ μνημεῖον τοῦ προδότου ἀνελόντες ταῖς ἐνδεχομέναις τιμωρίαις ἐκόλασαν; οὐχ ὅπως τὸν χαλκοῦν ἀνδριάντα συγχωνεύσειαν, ἀλλʼ ἵνα τοῖς ἐπιγιγνομένοις παράδειγμα εἰς τὸν λοιπὸν χρόνον ὡς εἶχον πρὸς τοὺς προδότας καταλίποιεν.