Ancient Greek · ~1 min
Section 120
Lycurgus, Κατὰ Λεωκράτους 120
Not analysed yet
λαβὲ δʼ αὐτοῖς καὶ τὸ ἕτερον ψήφισμα τὸ περὶ τῶν εἰς Δεκέλειαν μεταστάντων, ὅτε ὁ δῆμος ὑπὸ Λακεδαιμονίων ἐπολιορκεῖτο, ὅπως εἰδῶσιν ὅτι περὶ τῶν προδοτῶν οἱ πρόγονοι ὁμοίας καὶ ἀκολούθους ἀλλήλαις τὰς τιμωρίας ἐποιοῦντο. ἀναγίγνωσκε, γραμματεῦ.