Ancient Greek · ~2 min
Section 90
Lycurgus, Κατὰ Λεωκράτους 90
Not analysed yet
καίτοι γʼ ἐπεχείρησεν εἰπεῖν, ὃ καὶ νῦν ἴσως ἐρεῖ πρὸς ὑμᾶς, ὡς οὐκ ἄν ποτε ὑπέμεινε τὸν ἀγῶνα τοῦτον συνειδὼς ἑαυτῷ τοιοῦτόν τι διαπεπραγμένῳ· ὥσπερ οὐ πάντας καὶ τοὺς κλέπτοντας καὶ ἱεροσυλοῦντας τούτῳ τῷ τεκμηρίῳ χρωμένους. οὐ γὰρ τοῦ πράγματός ἐστι σημεῖον ὡς οὐ πεποιήκασιν, ἀλλὰ τῆς ἀναιδείας ἣν ἔχουσιν. οὐ γὰρ τοῦτο δεῖ λέγειν, ἀλλʼ ὡς οὐκ ἐξέπλευσεν, οὐδὲ τὴν πόλιν ἐγκατέλιπεν, οὐδʼ ἐν Μεγάροις κατῴκησε· ταῦτά ἐστι τεκμήρια τοῦ πράγματος,