Ancient Greek · ~1 min
Section 91
Lycurgus, Κατὰ Λεωκράτους 91
Not analysed yet
ἐπεὶ τό γʼ ἐλθεῖν τοῦτον, οἶμαι θεόν τινα αὐτὸν ἐπʼ αὐτὴν ἀγαγεῖν τὴν τιμωρίαν, ἵνʼ ἐπειδὴ τὸν εὐκλεᾶ κίνδυνον ἔφυγε, τοῦ ἀκλεοῦς καὶ ἀδόξου θανάτου τύχοι, καὶ οὓς προὔδωκε, τούτοις ὑποχείριον αὑτὸν καταστήσειεν. ἑτέρωθι μὲν γὰρ ἀτυχῶν οὔπω δῆλον εἰ διὰ ταῦτα δίκην δίδωσιν ἐνταῦθα δὲ παρʼ οἷς προὔδωκε φανερόν ἐστιν ὅτι τῶν αὑτοῦ παρανομημάτων ὑπέχει ταύτην τὴν τιμωρίαν.