Ancient Greek · ~1 min
Section 92
Lycurgus, Κατὰ Λεωκράτους 92
Not analysed yet
οἱ γὰρ θεοὶ οὐδὲν πρότερον ποιοῦσιν ἢ τῶν πονηρῶν ἀνθρώπων τὴν διάνοιαν παράγουσι· καὶ μοι δοκοῦσι τῶν ἀρχαίων τινὲς ποιητῶν ὥσπερ χρησμοὺς γράψαντες τοῖς ἐπιγιγνομένοις τάδε τὰ ἰαμβεῖα καταλιπεῖν· ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά, τοῦτʼ αὐτὸ πρῶτον, ἐξαφαιρεῖται φρενῶν τὸν νοῦν τὸν ἐσθλόν, εἰς δὲ τὴν χείρω τρέπει γνώμην, ἵνʼ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει. unknown